Σάββατο, 26 Δεκεμβρίου 2015

Κάλαντα

 

(Σιναΐτικη φαβητικ κροστιχίδα)

Κάλαντα Χριστουγέννων Βυζαντιν

 

Ἦχος α´.

Ῥυθμὸς τετράσημος

 ναρχος Θεὸς καταβέβηκεν καὶ ἐν τῇ Παρθένῳ κατώκησεν.
ερου ρεμ ερου ρεμ ρερου ρερου ρερου ρεμ  χαῖρε Ἄχραντε.

Βασιλεὺς τῶν ὅλων καὶ Κύριος ἦλθε τὸν Ἀδὰμ ἀναπλάσασθαι
ερου ρεμ ερου ρεμ ρερου ρε και τενενά χαῖρε Δέσποινα.

Γηγενεῖς σκιρτάτε καὶ χαίρεσθε, τάξεις τῶν ἀγγέλων εὐφραίνεσθε.
ερου ρεμ ερου ρεμ ρερου ρερου ρερου ρεμ  χαῖρε Ἄχραντε.

Δεῦτε ἐν σπηλαίῳ θεάσασθαι, κείμενον ἐν φάτνῃ τὸν Κύριον.
ερου ρεμ ερου ρεμ ρερου ρε και τενενά χαῖρε Δέσποινα.

ξ ἀνατολῶν μάγοι ἔρχονται δῶρα προσκομίζουσι ἄξια.
ερου ρεμ ερου ρεμ ρερου ρερου ρερου ρεμ  χαῖρε Ἄχραντε.

Ζητοῦν προσκυνῆσαι τὸν Κύριον, τὸν ἐν τῷ σπηλαίῳ τικτόμενον.
ερου ρεμ ερου ρεμ ρερου ρε και τενενά χαῖρε Δέσποινα.

ἀστὴρ τοὺς μάγους ὡδήγησεν ἄνω τοῦ σπηλαίου τοὺς ἔφερε.

Θεὸς Βασιλεὺς προαιώνιος τίκτεται ἐκ κόρης Θεόπαιδος. δὼν ὁ Ἡρῴδης ἐθαύμασε τὴν ὑπὸ τῶν μάγων ἀκρίβειαν. Κράζει καὶ βοᾶ πρὸς τοὺς ἱερεῖς τοὺς δοξολογοῦντας τὸν Κύριον. Λέγετε σοφοὶ καὶ διδάσκαλοι, ἄρα ποῦ γεννᾶται ὁ Κύριος.

Μάγοι τὸν κηρύττουν καὶ λέγουσι Βασιλέα μέγα καὶ Κύριον.

Νῦν Ἡρῴδης σήμερον ἤκουσεν ἀληθείας θαῦμα κι ἐθαύμασε.

Ξένον καὶ παράδοξον ἄκουσμα, τὴν ὑπὸ τῶν μάγων ἀκρίβειαν.

μακροθυμήσας καὶ Κύριος, σῶσαι τοὺς εἰς Σε καταφεύγοντας.

Ποιμένες ἰδόντες ἐδόξαζον, δόξα ἐν ὑψίστοις ἐκραύγαζον. ῆμα Ἰωσὴφ νύκτα ἤκουσεν ἄγγελος Κυρίου ἐλάλησε. Σήμερον γεννᾶται ὁ Κύριος, καὶ πᾶσα ἡ κτίσις ἀγάλλεται. Τρεῖς τὰς ὑποστάσεις ἐγνώκαμεν· Πατέρα, Υἱόν, Πνεῦμα Ἅγιον.

πὸ ἀρχαγγέλων ὑμνούμενον καὶ τῶν Σεραφεὶμ δοξαζόμενον.Φῶς ἐν τῷ σπηλαίῳ ἐπέφανεν καὶ τὸν κόσμον ὅλον ἐφώτισε.
Ἅγιος, Ἅγιος, Ἅγιος ὑπάρχεις καὶ Κύριος.

Χαίρουσα η φύσις αγάλλεται και πανηγυρίζει κι ευφραίνεται.

Ἅγιος, Ἅγιος, Ἅγιος ὑπάρχεις καὶ Κύριος.

Ψάλλοντες Χριστὸν τὸν Θεὸν ἡμῶν τὸν ἐν τῷ σπηλαίῳ τικτόμενον.
Ἅγιος, Ἅγιος, Ἅγιος ὑπάρχεις καὶ Κύριος.

παρθενομῆτορ καὶ Δέσποινα· σῷζε τοὺς εἰς Σὲ καταφεύγοντας.
Ερου ρεμ ερου ρεμ ερου ερου ρεμ χαίρε άχραντε.
Ἅγιος, Ἅγιος, Ἅγιος ὑπάρχεις καὶ Κύριος.

ΠΗΓΗ 1

ΠΗΓΗ 2

Δεν υπάρχουν σχόλια: